ΑΓΙΟΡΕΙΤΕΣ ΜΕΛΟΥΡΓΟΙ (14ος-20ός αι.) / ATHONITE CHANT COMPOSERS (14th-20th c.)

Δευτέρα 31 Αυγούστου 2020

Ματθαίος Βατοπαιδινός (1774-1849), Βουλήν προαιώνιον..., Φαίνη μοι ως άνθρωπος..., Θεός όπου βούλεται... / Matthew of Vatopedi (1774-1849), Revealing to thee..., Thou dost appear..., Whne Gos so wishes...

Ματθαίος Βατοπαιδινός (1774-1849),
Βουλήν προαιώνιον..., Φαίνη μοι ως άνθρωπος..., Θεός όπου βούλεται..., ήχος πλ. β´
Στιχηρά προσόμοια εις το Κύριε εκέκραξα
Ψάλλει ο χορός των Βατοπαιδινών πατέρων.
Από το CD: "Βατοπαιδινή Μουσική Βιβλιοθήκη Δ´ - Ύμνοι του Ευαγγελισμού της Θεοτόκου

Matthew of Vatopedi (1774-1849),
Revealing to thee..., Thou dost appear... When God so wishes..., Plagal Second Tone
Stichera prosomoia at the Lord, I have cried...
Chanting: The Choir of Vatopedi monastery
Source: From the CD "Vatopedi Music Library IV - Hymns of the Annunciation of the Holy Virgin"

Βουλὴν προαιώνιον, ἀποκαλύπτων σοὶ Κόρη, Γαβριὴλ ἐφέστηκε, σὲ κατασπαζόμενος, καὶ φθεγγόμενος. Χαῖρε γῆ ἄσπορε, χαῖρε βᾶτε ἄφλεκτε, χαῖρε βάθος δυσθεώρητον, χαῖρε ἡ γέφυρα, πρὸς τοὺς οὐρανοὺς ἡ μετάγουσα καὶ κλῖμαξ ἡ μετάρσιος, ἣν ὁ Ιακὼβ ἐθεάσατο, χαῖρε θεία στάμνε τοῦ Μάννα χαῖρε λύσις τῆς ἀρᾶς, χαῖρε Ἀδάμ ἡ ἀνάκλησις, μετὰ σοῦ ὁ Κύριος.

Φαίνῃ μοι ὡς ἄνθρωπος, φησὶν ἡ ἄφθορος Κόρη, πρὸς τὸν Ἀρχιστράτηγον, καὶ πῶς φθέγγῃ ῥήματα ὑπὲρ ἄνθρωπον, μέτ' ἐμοῦ ἔφης γάρ, τὸν Θεὸν ἔσεσθαι, καὶ σκηνώσειν ἐν τῇ μήτρα μου καὶ πῶς γενήσομαι, λέγε μοὶ χωρίον εὐρύχωρον, καὶ τόπος ἁγιάσματος, τοῦ τοῖς Χερουβὶμ ἐπιβαίνοντος; Μὴ μὲ δελεάσης ἀπάτη οὐ γὰρ ἔγνων ἡδονήν γάμου ὑπάρχω ἀμύητος, πῶς οὖν παῖδα τέξομαι;

Θεὸς ὅπου βούλεται, νικᾶται φύσεως τάξις, φησὶν ὁ Ἀσώματος, καὶ τὰ ὑπὲρ ἄνθρωπον διαπράττεται. Τοῖς ἐμοῖς πίστευε, ἀληθέσι ῥήμασι, Παναγία ὑπεράμωμε. Ἡ δὲ ἐβόησε Γένοιτό μοι νῦν ὡς τὸ ῥῆμά σου, καὶ τέξομαι τὸν ἄσαρκον, σάρκα ἐξ ἐμοῦ δανεισάμενον, ὅπως ἀναγάγῃ τὸν ἄνθρωπον, ὡς μόνος δυνατός, εἰς τὸ ἀρχαῖον ἀξίωμα, διὰ τῆς συγκράσεως.